Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 9.39 Dem. 9.43 (English) >>Dem. 9.46

9.41ὅτι δʼ οὕτω ταῦτʼ ἔχει τὰ μὲν νῦν ὁρᾶτε δήπου καὶ οὐδὲν ἐμοῦ προσδεῖσθε μάρτυρος· τὰ δʼ ἐν τοῖς ἄνωθεν χρόνοις ὅτι τἀναντίʼ εἶχεν ἐγὼ δηλώσω, οὐ λόγους ἐμαυτοῦ λέγων, ἀλλὰ γράμματα τῶν προγόνων τῶν ὑμετέρων ἁκεῖνοι κατέθεντʼ εἰς στήλην χαλκῆν γράψαντες εἰς ἀκρόπολιν, οὐχ ἵνʼ αὐτοῖς χρήσιμα (καὶ γὰρ ἄνευ τούτων τῶν γραμμάτων τὰ δέοντʼ ἐφρόνουν), ἀλλʼ ἵνʼ ὑμεῖς ἔχηθʼ ὑπομνήματα καὶ παραδείγματα ὡς ὑπὲρ τῶν τοιούτων σπουδάζειν προσήκει. 9.42τί οὖν λέγει τὰ γράμματα; “ἌρθμιοςφησὶΠυθώνακτος Ζελείτης ἄτιμος καὶ πολέμιος τοῦ δήμου τοῦ Ἀθηναίων καὶ τῶν συμμάχων αὐτὸς καὶ γένος.” εἶθʼ αἰτία γέγραπται, διʼ ἣν ταῦτʼ ἐγένετο· “ὅτι τὸν χρυσὸν τὸν ἐκ Μήδων εἰς Πελοπόννησον ἤγαγεν.” ταῦτʼ ἐστὶ τὰ γράμματα. 9.43λογίζεσθε δὴ πρὸς θεῶν, τίς ἦν ποθʼ διάνοια τῶν Ἀθηναίων τῶν τότε, ταῦτα ποιούντων, τί τὸ ἀξίωμα. ἐκεῖνοι Ζελείτην τινά, Ἄρθμιον, δοῦλον βασιλέως ( γὰρ Ζέλειά ἐστι τῆς Ἀσίας), ὅτι τῷ δεσπότῃ διακονῶν χρυσίον ἤγαγεν εἰς Πελοπόννησον, οὐκ Ἀθήναζε, ἐχθρὸν αὑτῶν ἀνέγραψαν καὶ τῶν συμμάχων αὐτὸν καὶ γένος, καὶ ἀτίμους. 9.44τοῦτο δʼ ἐστὶν οὐχ ἣν οὑτωσί τις ἂν φήσειεν ἀτιμίαν· τί γὰρ τῷ Ζελείτῃ, τῶν Ἀθηναίων κοινῶν εἰ μὴ μεθέξειν ἔμελλεν; ἀλλʼ ἐν τοῖς φονικοῖς γέγραπται νόμοις, ὑπὲρ ὧν ἂν μὴ διδῷ φόνου δικάσασθαι, ἀλλʼ εὐαγὲς τὸ ἀποκτεῖναι, “καὶ ἄτιμοςφησὶτεθνάτω.” τοῦτο δὴ λέγει, καθαρὸν τὸν τούτων τινʼ ἀποκτείναντʼ εἶναι.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 9.39 Dem. 9.43 (English) >>Dem. 9.46

Powered by PhiloLogic